<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="863">ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι</l><l n="864">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="865">ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·</l><l n="866">αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·</l><l n="867">ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.</l><l n="868">ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη</l><l n="869">μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.</l><l n="870">σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς</l><l n="871">τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.</l><l n="872">αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι</l><l n="873">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="874">ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·</l><l n="875">τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,</l><l n="876">ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ</l><l n="877">πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις</l><l n="878">ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο</l><l n="879">αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.</l><l n="880">ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="881">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="882">ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,</l><l n="883">Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.</l><l n="884"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,</l><l n="885">κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα</l><l n="886">θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·</l><l n="887">ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="888">ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="889">τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="890">Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων</l><l n="891">ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·</l><l n="892">ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας</l><l n="893">ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,</l><l n="894">εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.</l></q><l n="895"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="896">δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="897">Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.</l></div><div type="textpart" subtype="Book" n="24"><milestone ed="p" n="1" unit="card"/><l n="1">λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι</l><l n="2">ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο</l><l n="3">ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς</l><l n="4">κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος</l></div></div></body></text></TEI>