<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="862">Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν</l><l n="863">ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι</l><l n="864">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="865">ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·</l><l n="866">αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·</l><l n="867">ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.</l><l n="868">ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη</l><l n="869">μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.</l><l n="870">σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς</l><l n="871">τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.</l></div></div></body></text></TEI>