Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων· αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις· ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.