ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω· ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος, ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,