κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα, ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,