<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="846">ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,</l><l n="847">τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.</l><l n="848">ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο</l><l n="849">νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.</l><l n="850"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,</l><l n="851">κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,</l><l n="852">ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο</l><l n="853">τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν</l><l n="854">λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει</l><l n="855">τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,</l><l n="856">πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·</l></div></div></body></text></TEI>