<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="842">τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας</l><l n="843">χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.</l><l n="844">ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,</l><l n="845">ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,</l><l n="846">ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,</l><l n="847">τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.</l><l n="848">ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο</l><l n="849">νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.</l><l n="850"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,</l><l n="851">κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,</l></div></div></body></text></TEI>