τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν. ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,