ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί. δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος· τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν. ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.