<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="826"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον</l><l n="827">ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·</l><l n="828">ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="829">τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.</l><l n="830">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="831">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l><l n="832">εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,</l><l n="833">ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς</l><l n="834">χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου</l><l n="835">ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.</l></q><l n="836"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,</l><l n="837">ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,</l></div></div></body></text></TEI>