αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου