<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="807">τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον</l><l n="808">καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·</l><l n="809">τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·</l><l n="810">καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.</l></q><l n="811"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="812">ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.</l><l n="813">οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="814">ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι</l><l n="815">δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.</l><l n="816">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="817">τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.</l><l n="818">ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l></div></div></body></text></TEI>