τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην