ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα, τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ· Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ. καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί. δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος· τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας