<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="800">τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.</l><l n="801">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="802">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="803">τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε</l><l n="804">ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.</l><l n="805">ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,</l><l n="806">ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="807">τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον</l><l n="808">καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·</l><l n="809">τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·</l><l n="810">καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.</l></q><l n="811"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="812">ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.</l><l n="813">οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="814">ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι</l><l n="815">δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.</l><l n="816">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="817">τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.</l><l n="818">ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="819">νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·</l><l n="820">Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο</l><l n="821">αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.</l><l n="822">καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ</l><l n="823">παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.</l><l n="824">αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως</l><l n="825">σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.</l><milestone ed="p" n="826" unit="card"/><l n="826"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον</l><l n="827">ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·</l><l n="828">ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="829">τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.</l><l n="830">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="831">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l><l n="832">εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,</l><l n="833">ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς</l><l n="834">χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου</l><l n="835">ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.</l></q><l n="836"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,</l><l n="837">ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,</l><l n="838">ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.</l><l n="839">ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,</l><l n="840">ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.</l><l n="841">δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·</l><l n="842">τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας</l><l n="843">χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.</l><l n="844">ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,</l><l n="845">ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,</l><l n="846">ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,</l><l n="847">τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.</l><l n="848">ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο</l><l n="849">νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.</l><l n="850"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,</l><l n="851">κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,</l><l n="852">ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο</l><l n="853">τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν</l><l n="854">λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει</l><l n="855">τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,</l><l n="856">πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·</l><l n="857">ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,</l><l n="858">ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.</l><milestone ed="p" n="859" unit="card"/><l n="859"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,</l><l n="860">ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="861">κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,</l><l n="862">Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν</l><l n="863">ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι</l><l n="864">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="865">ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·</l><l n="866">αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·</l></div></div></body></text></TEI>