<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="80">καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="81">τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.</l><l n="82">ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·</l><l n="83">μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,</l><l n="84">ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,</l><l n="85">εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος</l><l n="86">ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,</l><l n="87">ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος</l><l n="88">νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·</l><l n="89">ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς</l><l n="90">ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·</l><l n="91">ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι</l><l n="92">χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.</l></q><milestone ed="p" n="93" unit="card"/><l n="93"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="94">τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας</l><l n="95">καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι</l><l n="96">πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.</l><l n="97">ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε</l><l n="98">ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.</l></q><l n="99"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν</l><l n="100">οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς</l><l n="101">ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="102">χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q><l n="103">ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι</l><l n="104">ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·</l><l n="105">παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο</l><l n="106">ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,</l><l n="107">καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.</l></q><l n="108"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="109">μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="110">ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="111">οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην</l><l n="112">πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει</l><l n="113">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="114">οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες</l><l n="115">σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.</l><l n="116">πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·</l><l n="117">ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,</l></div></div></body></text></TEI>