αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·