<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="797"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.</l><l n="798">αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος</l><l n="799">θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν</l><l n="800">τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.</l><l n="801">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="802">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="803">τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε</l><l n="804">ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.</l><l n="805">ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,</l><l n="806">ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="807">τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον</l></q></div></div></body></text></TEI>