Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,