<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="792">ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.</l></q><l n="793"><milestone ed="P" unit="para"/>ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.</l><l n="794">τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·</l><q><l n="795">Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,</l><l n="796">ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.</l></q><l n="797"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.</l><l n="798">αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος</l><l n="799">θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν</l><l n="800">τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.</l><l n="801">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l></div></div></body></text></TEI>