<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="786">μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="787">εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν</l><l n="788">ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.</l><l n="789">Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,</l><l n="790">οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·</l><l n="791">ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ</l><l n="792">ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.</l></q><l n="793"><milestone ed="P" unit="para"/>ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.</l><l n="794">τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·</l><q><l n="795">Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,</l><l n="796">ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.</l></q></div></div></body></text></TEI>