μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν, οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων· ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ. ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν· Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.