κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·