ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν· ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν, οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων· ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ. ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν· Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα, τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,