<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="775">τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,</l><l n="776">οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="777">ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·</l><l n="778">κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="779">ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.</l><l n="780">στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο</l><l n="781">ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·</l><q><l n="782">ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ</l><l n="783">μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.</l><milestone ed="p" n="784" unit="card"/></q><l n="784"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.</l><l n="785">Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον</l></div></div></body></text></TEI>