<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="772">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="773">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,</l><l n="774">ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,</l><l n="775">τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,</l><l n="776">οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="777">ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·</l><l n="778">κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="779">ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.</l><l n="780">στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο</l><l n="781">ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·</l></div></div></body></text></TEI>