εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον, ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων, οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.