αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·