ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν