υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον, ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων, οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν· ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.