<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="740"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα</l><l n="741">ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα</l><l n="742">χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν</l><l n="743">πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,</l><l n="744">Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,</l><l n="745">στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·</l><l n="746">υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε</l><l n="747">Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.</l><l n="748">καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,</l><l n="749">ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·</l><l n="750">δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,</l><l n="751">ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.</l><l n="752">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="753">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l></q><l n="754">ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="755">ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς</l><l n="756">Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.</l><l n="757">στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.</l><l n="758">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="759">ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς</l><l n="760">ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο</l><l n="761">στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ</l><l n="762">πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει</l><l n="763">στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν</l><l n="764">ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·</l><l n="765">κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς</l><l n="766">αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ</l><l n="767">νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.</l><l n="768">ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς</l><l n="769">εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·</l><q><l n="770">κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.</l></q><l n="771">ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="772">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="773">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,</l><l n="774">ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,</l><l n="775">τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,</l><l n="776">οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·</l></div></div></body></text></TEI>