νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας. Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον, στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε