<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="733">καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,</l><l n="734">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·</l><q><l n="735">μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·</l><l n="736">νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες</l><l n="737">ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.</l></q><l n="738"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,</l><l n="739">καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.</l><milestone ed="p" n="740" unit="card"/><l n="740"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα</l><l n="741">ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα</l><l n="742">χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν</l><l n="743">πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,</l><l n="744">Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,</l><l n="745">στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·</l><l n="746">υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε</l><l n="747">Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.</l><l n="748">καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,</l><l n="749">ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·</l><l n="750">δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,</l><l n="751">ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.</l><l n="752">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="753">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l></q><l n="754">ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="755">ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς</l><l n="756">Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.</l><l n="757">στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.</l><l n="758">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="759">ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς</l><l n="760">ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο</l><l n="761">στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ</l><l n="762">πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει</l><l n="763">στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν</l><l n="764">ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·</l><l n="765">κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς</l><l n="766">αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ</l><l n="767">νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.</l><l n="768">ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς</l><l n="769">εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·</l><q><l n="770">κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.</l></q><l n="771">ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="772">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="773">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,</l><l n="774">ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,</l><l n="775">τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,</l><l n="776">οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="777">ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·</l><l n="778">κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="779">ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.</l><l n="780">στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο</l><l n="781">ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·</l><q><l n="782">ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ</l><l n="783">μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.</l><milestone ed="p" n="784" unit="card"/></q><l n="784"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.</l><l n="785">Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον</l><l n="786">μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="787">εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν</l><l n="788">ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.</l><l n="789">Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,</l><l n="790">οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·</l><l n="791">ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ</l><l n="792">ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.</l></q><l n="793"><milestone ed="P" unit="para"/>ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.</l><l n="794">τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·</l><q><l n="795">Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,</l><l n="796">ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.</l></q><l n="797"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.</l><l n="798">αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος</l><l n="799">θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν</l></div></div></body></text></TEI>