<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="726">κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,</l><l n="727">κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς</l><l n="728">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="729">δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="730">κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,</l><l n="731">ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω</l><l n="732">πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.</l><l n="733">καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,</l><l n="734">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·</l><q><l n="735">μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·</l><l n="736">νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες</l><l n="737">ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.</l></q><l n="738"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,</l><l n="739">καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.</l><milestone ed="p" n="740" unit="card"/><l n="740"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα</l><l n="741">ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα</l><l n="742">χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν</l><l n="743">πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,</l><l n="744">Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,</l></div></div></body></text></TEI>