<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="720">οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.</l><l n="721">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="722">δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="723">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="724">ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.</l></q><l n="725"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·</l><l n="726">κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,</l><l n="727">κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς</l><l n="728">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="729">δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="730">κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,</l></div></div></body></text></TEI>