τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.