ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει. ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς· κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε. δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν, ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας. Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον, στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·