<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="709">ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.</l><l n="710">ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,</l><l n="711">ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν</l><l n="712">ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων</l><l n="713">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.</l><l n="714">τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν</l><l n="715">ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,</l><l n="716">πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους</l><l n="717">αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ</l><l n="718">νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·</l><l n="719">οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,</l></div></div></body></text></TEI>