ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει. ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·