<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="703">τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·</l><l n="704">ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,</l><l n="705">πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.</l><l n="706">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="707">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.</l></q><l n="708">ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="709">ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.</l><l n="710">ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,</l><l n="711">ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν</l><l n="712">ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων</l><l n="713">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.</l></div></div></body></text></TEI>