τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε, πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.