<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="70">οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·</l><l n="71">θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.</l><l n="72">τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,</l><l n="73">οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,</l><l n="74">ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.</l><l n="75">καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις</l><l n="76">νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.</l><l n="77">οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων</l><l n="78">βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ</l><l n="79">ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·</l><l n="80">καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="81">τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.</l><l n="82">ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·</l><l n="83">μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,</l><l n="84">ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,</l><l n="85">εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος</l><l n="86">ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,</l><l n="87">ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος</l><l n="88">νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·</l><l n="89">ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς</l><l n="90">ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·</l><l n="91">ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι</l><l n="92">χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.</l></q><milestone ed="p" n="93" unit="card"/><l n="93"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="94">τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας</l><l n="95">καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι</l><l n="96">πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.</l><l n="97">ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε</l><l n="98">ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.</l></q><l n="99"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν</l><l n="100">οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς</l><l n="101">ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="102">χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q><l n="103">ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι</l><l n="104">ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·</l><l n="105">παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο</l><l n="106">ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,</l><l n="107">καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.</l></q><l n="108"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="109">μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="110">ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="111">οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην</l><l n="112">πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει</l><l n="113">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="114">οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες</l><l n="115">σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.</l><l n="116">πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·</l><l n="117">ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,</l><l n="118">αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ</l><l n="119">τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι</l><l n="120">πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ</l><l n="121">ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο</l><l n="122">ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.</l><l n="123">πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει</l><l n="124">Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.</l><l n="125">κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς</l><l n="126">φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.</l><l n="127"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην</l><l n="128">ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς</l><l n="129">αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε</l><l n="130">χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον</l><l n="131">ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,</l><l n="132">ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,</l><l n="133">πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν</l><l n="134">μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.</l><l n="135">θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον</l><l n="136">κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς</l><l n="137">ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.</l><milestone ed="p" n="138" unit="card"/><l n="138"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς</l><l n="139">κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.</l><l n="140">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="141">στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,</l><l n="142">τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·</l><l n="143">ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·</l><q><l n="144">Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς</l><l n="145">κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν</l><l n="146">σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,</l><l n="147">πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν</l><l n="148">ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.</l><l n="149">ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.</l><l n="150">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν</l><l n="151">Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο</l><l n="153">θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="154">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο</l><l n="155">εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·</l><q><l n="156">Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν</l><l n="157">πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,</l><l n="158">νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="159">ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα</l><l n="160">κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.</l></q><milestone ed="p" n="161" unit="card"/><l n="161"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="162">αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,</l><l n="163">κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,</l><l n="164">ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,</l><l n="165">ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.</l><l n="166">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="167">πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων</l><l n="168">δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς</l><l n="169">ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.</l><l n="170">ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας</l><l n="171">πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους</l><l n="172">ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.</l><l n="173">ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,</l><l n="174">καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,</l><l n="175">δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="176">χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·</l><l n="177">ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.</l><l n="178">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="179">χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·</l><l n="180">πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,</l><l n="181">δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς</l><l n="182">τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι</l><l n="183">δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,</l><l n="185">ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="186">ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ</l><l n="187">ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><l n="188">τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων</l><l n="189">οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα</l><l n="190">ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο</l><l n="191">σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.</l><milestone ed="p" n="192" unit="card"/><l n="192"><milestone ed="P" unit="para"/>οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·</l><l n="193">ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="194">στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι</l><l n="195">Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·</l><l n="196">πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν</l><l n="197">ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,</l><l n="198">ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις</l><l n="199">ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.</l><l n="200">οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον</l><l n="201">εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη</l></div></div></body></text></TEI>