οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ. καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ· καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ, ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς· ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν· ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο. ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο· μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν. πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον· ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην, πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς· Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην, ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν. ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο, ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη