αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε· κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην, τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε, πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·