<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="692">ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς</l><l n="693">θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,</l><l n="694">ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς</l><l n="695">χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,</l><l n="696">οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν</l><l n="697">αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·</l><l n="698">κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,</l><l n="699">αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.</l><milestone ed="p" n="700" unit="card"/><l n="700"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα</l><l n="701">δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,</l><l n="702">τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,</l></div></div></body></text></TEI>