ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι, οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε· κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,