<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="683">ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα</l><l n="684">δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.</l><l n="685">τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,</l><l n="686">ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω</l><l n="687">σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.</l><l n="688">δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς</l><l n="689">πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,</l><l n="690">κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="691">ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.</l><l n="692">ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς</l><l n="693">θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,</l><l n="694">ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς</l><l n="695">χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,</l><l n="696">οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν</l><l n="697">αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·</l><l n="698">κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,</l><l n="699">αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.</l><milestone ed="p" n="700" unit="card"/><l n="700"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα</l><l n="701">δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,</l><l n="702">τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,</l><l n="703">τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·</l><l n="704">ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,</l><l n="705">πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.</l><l n="706">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="707">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.</l></q><l n="708">ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="709">ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.</l><l n="710">ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,</l><l n="711">ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν</l><l n="712">ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων</l><l n="713">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.</l><l n="714">τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν</l><l n="715">ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,</l><l n="716">πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους</l><l n="717">αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ</l><l n="718">νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·</l><l n="719">οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,</l><l n="720">οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.</l><l n="721">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="722">δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="723">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="724">ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.</l></q><l n="725"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·</l><l n="726">κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,</l><l n="727">κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς</l><l n="728">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="729">δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="730">κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,</l><l n="731">ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω</l><l n="732">πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.</l><l n="733">καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,</l><l n="734">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·</l><q><l n="735">μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·</l><l n="736">νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες</l><l n="737">ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.</l></q><l n="738"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,</l><l n="739">καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.</l><milestone ed="p" n="740" unit="card"/><l n="740"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα</l><l n="741">ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα</l><l n="742">χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν</l><l n="743">πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,</l><l n="744">Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,</l><l n="745">στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·</l><l n="746">υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε</l><l n="747">Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.</l><l n="748">καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,</l><l n="749">ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·</l><l n="750">δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,</l><l n="751">ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.</l><l n="752">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="753">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l></q><l n="754">ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="755">ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς</l><l n="756">Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.</l><l n="757">στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.</l><l n="758">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="759">ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς</l><l n="760">ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο</l><l n="761">στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ</l><l n="762">πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει</l><l n="763">στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν</l><l n="764">ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·</l><l n="765">κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς</l><l n="766">αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ</l><l n="767">νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.</l><l n="768">ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς</l><l n="769">εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·</l><q><l n="770">κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.</l></q><l n="771">ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="772">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="773">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,</l><l n="774">ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,</l><l n="775">τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,</l><l n="776">οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="777">ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·</l><l n="778">κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="779">ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.</l><l n="780">στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο</l><l n="781">ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·</l><q><l n="782">ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ</l><l n="783">μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.</l><milestone ed="p" n="784" unit="card"/></q><l n="784"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.</l><l n="785">Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον</l><l n="786">μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="787">εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν</l><l n="788">ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.</l><l n="789">Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,</l><l n="790">οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·</l><l n="791">ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ</l><l n="792">ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.</l></q><l n="793"><milestone ed="P" unit="para"/>ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.</l><l n="794">τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·</l><q><l n="795">Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,</l><l n="796">ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.</l></q><l n="797"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.</l><l n="798">αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος</l><l n="799">θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν</l><l n="800">τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.</l><l n="801">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="802">ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,</l><l n="803">τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε</l><l n="804">ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.</l><l n="805">ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,</l><l n="806">ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="807">τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον</l><l n="808">καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·</l><l n="809">τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·</l><l n="810">καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.</l></q><l n="811"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="812">ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.</l><l n="813">οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,</l><l n="814">ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι</l><l n="815">δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.</l><l n="816">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="817">τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.</l><l n="818">ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="819">νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·</l><l n="820">Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο</l><l n="821">αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.</l><l n="822">καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ</l><l n="823">παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.</l><l n="824">αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως</l><l n="825">σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.</l><milestone ed="p" n="826" unit="card"/><l n="826"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον</l><l n="827">ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·</l><l n="828">ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="829">τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.</l><l n="830">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="831">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l><l n="832">εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,</l><l n="833">ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς</l><l n="834">χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου</l><l n="835">ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.</l></q><l n="836"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,</l><l n="837">ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,</l><l n="838">ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.</l><l n="839">ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,</l><l n="840">ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.</l><l n="841">δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·</l><l n="842">τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας</l><l n="843">χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.</l><l n="844">ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,</l><l n="845">ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,</l><l n="846">ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,</l><l n="847">τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.</l><l n="848">ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο</l><l n="849">νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.</l><l n="850"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,</l><l n="851">κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,</l><l n="852">ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο</l><l n="853">τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν</l><l n="854">λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει</l><l n="855">τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,</l><l n="856">πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·</l><l n="857">ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,</l><l n="858">ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.</l><milestone ed="p" n="859" unit="card"/><l n="859"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,</l><l n="860">ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="861">κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,</l><l n="862">Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν</l><l n="863">ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι</l><l n="864">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="865">ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·</l><l n="866">αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·</l><l n="867">ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.</l><l n="868">ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη</l><l n="869">μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.</l><l n="870">σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς</l><l n="871">τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.</l><l n="872">αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι</l><l n="873">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="874">ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·</l><l n="875">τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,</l><l n="876">ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ</l><l n="877">πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις</l><l n="878">ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο</l><l n="879">αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.</l><l n="880">ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="881">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="882">ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,</l><l n="883">Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.</l><l n="884"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,</l><l n="885">κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα</l><l n="886">θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·</l><l n="887">ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="888">ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="889">τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="890">Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων</l><l n="891">ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·</l><l n="892">ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας</l><l n="893">ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,</l><l n="894">εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.</l></q><l n="895"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="896">δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="897">Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.</l></div><div type="textpart" subtype="Book" n="24"><milestone ed="p" n="1" unit="card"/><l n="1">λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι</l><l n="2">ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο</l><l n="3">ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς</l><l n="4">κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος</l><l n="5">ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα</l><l n="6">Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,</l><l n="7">ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα</l><l n="8">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·</l><l n="9">τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,</l><l n="10">ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε</l><l n="11">ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς</l><l n="12">δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς</l><l n="13">φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.</l><l n="14">ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="15">Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,</l><l n="16">τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος</l><l n="17">αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν</l><l n="18">ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων</l><l n="19">πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων</l><l n="20">καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε</l><l n="21">χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><milestone ed="p" n="22" unit="card"/><l n="22"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·</l><l n="23">τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,</l><l n="24">κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.</l><l n="25">ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ</l><l n="26">οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,</l><l n="27">ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ</l><l n="28">καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="29">ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,</l><l n="30">τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.</l><l n="31">ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="32">καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="33">σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν</l><l n="34">Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;</l><l n="35">τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι</l><l n="36">ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ</l><l n="37">καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα</l><l n="38">ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.</l><l n="39">ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,</l><l n="40">ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα</l><l n="41">γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,</l><l n="42">ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ</l><l n="43">εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·</l><l n="44">ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς</l><l n="45">γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.</l><l n="46">μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι</l><l n="47">ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·</l><l n="48">ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·</l><l n="49">τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.</l><l n="50">αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="51">ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο</l><l n="52">ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.</l><l n="53">μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·</l><l n="54">κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.</l></q><l n="55"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·</l><q><l n="56">εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε</l><l n="57">εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.</l><l n="58">Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·</l><l n="59">αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ</l><l n="60">θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν</l><l n="61">Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.</l><l n="62">πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι</l><l n="63">δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="65">Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·</l><l n="66">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ</l><l n="67">φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·</l><l n="68">ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.</l><l n="69">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="70">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><l n="71">ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,</l><l n="72">λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ</l><l n="73">μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.</l><l n="74">ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,</l><l n="75">ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς</l><l n="76">δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l></q><l n="77"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="78">μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης</l><l n="79">ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.</l><l n="80">ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,</l><l n="81">ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα</l><l n="82">ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.</l><l n="83">εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="84">εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς</l><l n="85">κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε</l><l n="86">φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="87">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="88">ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.</l></q><l n="89">τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="90">τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ</l><l n="91">μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l><l n="92">εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.</l><milestone ed="p" n="93" unit="card"/></q><l n="93"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων</l><l n="94">κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.</l><l n="95">βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις</l><l n="96">ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.</l><l n="97">ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,</l><l n="98">εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες</l><l n="99">εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.</l><l n="100">ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.</l><l n="101">Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε</l><l n="102">καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="104">ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,</l><l n="105">πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·</l><l n="106">ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.</l><l n="107">ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν</l><l n="108">Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·</l><l n="109">κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·</l><l n="110">αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω</l><l n="111">αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.</l><l n="112">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·</l><l n="113">σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="114">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="115">Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,</l><l n="116">αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l><l n="117">αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω</l><l n="118">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="119">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.</l><milestone ed="p" n="120" unit="card"/></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,</l><l n="121">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,</l><l n="122">ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε</l><l n="123">εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="124">ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·</l><l n="125">τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.</l><l n="126">ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,</l><l n="127">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="128">τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων</l><l n="129">σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου</l><l n="130">οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι</l><l n="131">μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="132">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.</l><l n="133">ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·</l><l n="134">σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων</l><l n="135">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="136">Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.</l><l n="137">ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.</l></q><l n="138"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="139">τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,</l><l n="140">εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.</l></q><l n="141"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς</l><l n="142">πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.</l><l n="143">Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·</l><q><l n="144">βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο</l><l n="145">ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω</l><l n="146">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="147">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="148">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="149">κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="150">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="151">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l><l n="152">μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·</l><l n="153">τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,</l><l n="154">ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.</l><l n="155">αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,</l><l n="156">οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·</l><l n="157">οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,</l><l n="158">ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.</l><milestone ed="p" n="159" unit="card"/></q><l n="159"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.</l><l n="160">ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.</l><l n="161">παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς</l><l n="162">δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς</l><l n="163">ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ</l><l n="164">κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος</l><l n="165">τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.</l><l n="166">θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο</l><l n="167">τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ</l><l n="168">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.</l><l n="169">στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα</l><l n="170">τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·</l><q><l n="171">θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·</l><l n="172">οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω</l><l n="173">ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="174">ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l><l n="175">λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,</l><l n="176">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="177">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="178">κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="179">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="180">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l><l n="181">μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·</l><l n="182">τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,</l><l n="183">ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.</l><l n="184">αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,</l><l n="185">οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·</l><l n="186">οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,</l><l n="187">ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="189">αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην</l><l n="190">ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.</l><l n="191">αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα</l><l n="192">κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·</l><l n="193">ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·</l><q><l n="194">δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε</l><l n="195">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="196">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.</l><l n="197">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;</l><l n="198">αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε</l><l n="199">κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.</l><milestone ed="p" n="200" unit="card"/></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q><l n="201">ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ</l><l n="202">ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;</l><l n="203">πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="204">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="205">υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.</l><l n="206">εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν</l><l n="207">ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,</l><l n="208">οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν</l><l n="209">ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ</l><l n="210">γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,</l><l n="211">ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων</l><l n="212">ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι</l><l n="213">ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο</l><l n="214">παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,</l><l n="215">ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων</l><l n="216">ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="218">μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ</l><l n="219">ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.</l><l n="220">εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,</l><l n="221">ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,</l><l n="222">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="223">νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,</l><l n="224">εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα</l></q></div></div></body></text></TEI>