τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην. ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός, κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.