<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="675">οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="677">Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς</l><l n="678">Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,</l><l n="679">ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο</l><l n="680">ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.</l><l n="681">τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο</l><l n="682">θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.</l><l n="683">ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα</l><l n="684">δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.</l><l n="685">τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,</l><l n="686">ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω</l><l n="687">σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.</l><l n="688">δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς</l><l n="689">πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,</l><l n="690">κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="691">ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.</l><l n="692">ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς</l><l n="693">θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,</l><l n="694">ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς</l><l n="695">χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,</l><l n="696">οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν</l><l n="697">αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·</l><l n="698">κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,</l><l n="699">αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.</l><milestone ed="p" n="700" unit="card"/><l n="700"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα</l><l n="701">δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,</l><l n="702">τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,</l><l n="703">τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·</l><l n="704">ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,</l><l n="705">πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.</l><l n="706">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="707">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.</l></q><l n="708">ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="709">ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.</l><l n="710">ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,</l><l n="711">ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν</l><l n="712">ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων</l><l n="713">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.</l><l n="714">τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν</l><l n="715">ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,</l><l n="716">πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους</l><l n="717">αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ</l><l n="718">νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·</l><l n="719">οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,</l><l n="720">οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.</l><l n="721">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="722">δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="723">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="724">ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.</l></q><l n="725"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·</l><l n="726">κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,</l><l n="727">κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς</l><l n="728">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="729">δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="730">κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,</l><l n="731">ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω</l><l n="732">πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.</l><l n="733">καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,</l><l n="734">εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·</l><q><l n="735">μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·</l><l n="736">νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες</l><l n="737">ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.</l></q><l n="738"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,</l><l n="739">καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.</l><milestone ed="p" n="740" unit="card"/><l n="740"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα</l><l n="741">ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα</l><l n="742">χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν</l><l n="743">πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,</l><l n="744">Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,</l><l n="745">στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·</l><l n="746">υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε</l><l n="747">Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.</l><l n="748">καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,</l><l n="749">ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·</l><l n="750">δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,</l><l n="751">ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.</l><l n="752">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="753">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.</l></q><l n="754">ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="755">ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς</l><l n="756">Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.</l><l n="757">στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.</l><l n="758">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα</l><l n="759">ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς</l><l n="760">ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο</l><l n="761">στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ</l><l n="762">πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει</l><l n="763">στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν</l><l n="764">ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·</l><l n="765">κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς</l><l n="766">αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ</l><l n="767">νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.</l><l n="768">ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς</l><l n="769">εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·</l><q><l n="770">κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.</l></q><l n="771">ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="772">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="773">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,</l><l n="774">ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,</l><l n="775">τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,</l><l n="776">οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="777">ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·</l><l n="778">κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="779">ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.</l><l n="780">στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο</l></div></div></body></text></TEI>