<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><q><l n="671">ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.</l><l n="672">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="673">ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.</l><l n="674">κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,</l><l n="675">οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="677">Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς</l><l n="678">Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,</l><l n="679">ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο</l><l n="680">ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.</l><l n="681">τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο</l><l n="682">θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.</l><l n="683">ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα</l><l n="684">δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.</l><l n="685">τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,</l><l n="686">ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω</l><l n="687">σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.</l><l n="688">δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς</l><l n="689">πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,</l><l n="690">κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="691">ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.</l><l n="692">ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς</l><l n="693">θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,</l><l n="694">ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς</l><l n="695">χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,</l><l n="696">οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν</l><l n="697">αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·</l><l n="698">κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,</l><l n="699">αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.</l><milestone ed="p" n="700" unit="card"/><l n="700"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα</l><l n="701">δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,</l><l n="702">τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,</l><l n="703">τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·</l><l n="704">ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,</l><l n="705">πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.</l><l n="706">στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·</l><q><l n="707">ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.</l></q><l n="708">ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,</l><l n="709">ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.</l><l n="710">ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,</l><l n="711">ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν</l></div></div></body></text></TEI>